Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.1 Dem. 49.6 (English) >>Dem. 49.10

49.4ἐπειδὴ δὲ οὐχ ὡς ἐκεῖνος ᾠήθη συμβέβηκεν, ἀλλʼ μετὰ χάριτος ἔλαβεν Τιμόθεος ἀπὸ τῆς τραπέζης δεηθεὶς τοῦ πατρὸς τοῦ ἐμοῦ, ταῦτα διʼ ἔχθρας καὶ δίκης τετελευτηκότος ἐκείνου ἐξελεγχθεὶς μὲν ὡς ὀφείλει οἴεται δεῖν ἀποδοῦναι, ἐὰν δὲ δύνηται ὑμᾶς πεῖσαι ὡς οὐκ ὀφείλει, ἐξαπατήσας τῷ λόγῳ, ἀποστερῆσαι ἡμᾶς τῶν χρημάτων, ἀναγκαῖόν μοι δοκεῖ εἶναι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι ὑμῖν, τά τε ὀφειλόμενα, καὶ εἰς τι ἕκαστον αὐτῶν κατεχρήσατο, καὶ τοὺς χρόνους ἐν οἷς τὸ συμβόλαιον ἐγένετο. 49.5θαυμάσῃ δὲ μηδεὶς ὑμῶν εἰ ἀκριβῶς ἴσμεν· οἱ γὰρ τραπεζῖται εἰώθασιν ὑπομνήματα γράφεσθαι ὧν τε διδόασιν χρημάτων καὶ εἰς τι καὶ ὧν ἄν τις τιθῆται, ἵνα αὐτοῖς γνώριμα τά τε ληφθέντα καὶ τὰ τεθέντα πρὸς τοὺς λογισμούς.

49.6ἐπὶ Σωκρατίδου γὰρ ἄρχοντος μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν τὸν ὕστερον ἔκπλουν Τιμόθεος οὑτοσί, περὶ ἀναγωγὴν ἤδη ὢν ἐν τῷ Πειραιεῖ, προσδεηθεὶς ἀργυρίου, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐν τῷ λιμένι, ἐκέλευσεν αὐτὸν χρῆσαι χιλίας τριακοσίας πεντήκοντα μίαν δύʼ ὀβολώ· τοσούτου γὰρ ἔφη προσδεῖσθαι· καὶ δοῦναι ἐκέλευσεν Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ὃς τούτῳ διῴκει τότε πάντα. 49.7καὶ μὲν δανεισάμενος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ Τιμόθεος ἦν καὶ κελεύσας δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, δὲ λαβὼν τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης παρὰ Φορμίωνος Αὐτόνομος, ὅσπερ Ἀντιμάχῳ διετέλει γραμματεύων τὸν ἅπαντα χρόνον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.1 Dem. 49.6 (English) >>Dem. 49.10

Powered by PhiloLogic